译名对照
| 中文 | 原文 | 英文参照 |
|---|---|---|
| 十二使徒 | δώδεκα ἀπόστολοι | Twelve Apostles |
| 主 | κύριος | Lord |
| 洗礼 | βάπτισμα | baptism |
| 圣餐 | εὐχαριστία | Eucharist / thanksgiving |
ΔΙΔΑΧΗ ΤΩΝ ΔΩΔΕΚΑ ΑΠΟΣΤΟΛΩΝ
十二使徒遗训
Διδαχὴ κυρίου διὰ τῶν δώδεκα ἀποστόλων τοῖς ἔθνεσιν.
主借着十二使徒给外邦人的教训。
I
一
1. Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μία τοῦ θανάτου, διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν.
1. 有两条道路:一条是生命的道路,一条是死亡的道路;这两条道路之间差别极大。
2. Ἡ μὲν οὖν τῆς ζωῆς ἐστιν αὕτη· πρῶτον ἀγαπησεις τὸν θεὸν τὸν ποιήσαντά σε, δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν· πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι, καὶ σὺ ἄλλῳ μὴ ποίει. 3. Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη· εὐλογεῖτε τοὺς καταρωμένους ὑμῖν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν, νηστεύετε δὲ ὑπὲρ τῶν διωκότων ὑμᾶς· ποία γὰρ χάρις, ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς; οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν; ὑμεῖς δὲ ἀγαπᾶτε τοὺς μισοῦντας ὑμᾶς, καὶ οὐχ ἕξετε ἐχτρόν. 4. ἀπέχου τῶν σαρκικῶν καὶ σωματικῶν ἐπιθυμιῶν· ἐὰν τίς σοι δῷ ῥάπισμα εἰς τὴν δεξιὰν σιαγόνα, στέψον αὐτῷ καὶ τὴν ἄλλην, καὶ ἔσῃ τέλειος· ἐὰν ἀγγαρεύσῃ σέ τις μίλιον ἕν, ὕπαγε μετ’ αυτοῦ δύο· ἐὰν ἄρῃ τις τὸ ἱμάτιόν σου, δὸς αὐτῳ καὶ τὸν χιτῶνα· ἐὰν λάβῃ τις ἀπὸ σοῦ τὸ σόν, μὴ ἀπαίτει· οὐδὲ γὰρ δύνασαι. 5. παντὶ τῷ αἰτοῦντί σε δίδου καὶ μὴ ἀπαίτει· πᾶσι γὰρ θέλει δίδοσθαι ὁ πατὴρ ἐκ τῶν ἰδίων χαρισμάτων. μακάριος ὁ διδοὺς κατὰ τὴν ἐντολήν· ἀθῷος γάρ ἐστιν. οὐαὶ τῷ λαμβάνοντι· εἰ μεν γὰρ γὰρ χρείαν ἔχων λαμβάνει τις, ἀθῷος ἔσται· ὁ δὲ μὴ χρείαν ἔχων δώσει δίκην, ἱνατί ἔλαβε καὶ εἰς τί· ἐν συνοχῇ δὲ γενόμενος ἐξετασθήσεται περὶ ὧν ἔπραξε, καὶ οὐκ ἐξελεύσεται ἐκεῖθεν, μέχρις οὗ ἀποδῷ τὸν ἔσχατον κοδράντην. 6. ἀλλὰ καὶ περὶ τούτου δὲ εἴρηται· Ἱδρωσάτω ἡ ἐλεημοσύνη σου εἰς τὰς χεῖράς σου, μέχρις ἂν γνῷς τίνι δῷς.
2. 生命的道路是这样:第一,你要爱那造你的上帝;第二,你要爱邻舍如同自己;凡你不愿别人加给你的,你也不可加给别人。3. 关于这些话,教训是这样:要祝福咒诅你们的人,为你们的仇敌祷告,并为逼迫你们的人禁食;你们若只爱那爱你们的人,有什么恩典呢?外邦人不也这样行吗?你们却要爱那恨你们的人,这样你们就没有仇敌。4. 要远离属肉身和属身体的私欲;若有人打你的右脸,也把另一边转给他,你就完全了;若有人强迫你走一里路,就同他走二里;若有人拿走你的外衣,也把里衣给他;若有人取走属于你的,不要索回,因为你也不能。5. 凡向你求的,都要给他,并且不要索回;因为父愿意人从他自己的恩赐中分给众人。照诫命施予的人有福了,因为他是无辜的。接受的人有祸了;若有人因有需要而接受,他是无辜的;但没有需要而接受的人,必要交账,说明为何接受、为着什么接受;他被拘禁时,要因所行的受审问,非到还清最后一个小钱,绝不能从那里出来。6. 关于这事也有话说:你的施舍要在你手中出汗,直到你知道该给谁。
II
二
1. Δευτέρα δὲ ἐντολὴ τῆς διδαχῆς· 2. οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις, οὐ πορνεύσεις, οὐ κλέψεις, οὐ μαγεύσεις, οὐ φαρμακεύσεις, οὐ φονεύσεις τ´κνον ἐν φθορᾷ, οὐδὲ γεννηθὲν ἀποκτενεῖς, οὐκ ἐπιθυμήσεις τὰ τοῦ πλησίον. 3. οὐκ ἐπιορκήσεις, οὐ ψευδομαρτυρήσεις, οὐ κακολογήσεις, οὐ μνησικακήσεις. 4. οὐκ ἔσῃ διγνώμων οὐδὲ δίγλωσσος· παγὶς γὰρ θανάτου ἡ διγλωσσία. 5. οὐκ ἔσται ὁ λόγος σου ψευδής, οὐ κενός, ἀλλὰ μεμεστωμένος πράξει. 6. οὐκ ἔσῃ πλεονέκτης οὐδὲ ἅρπαξ οὐδὲ ὑποκριτὴς οὐδὲ κακοήθης οὐδὲ ὑπερήφανος. οὐ λήψῃ βουλὴν πονηρὰν κατὰ τοῦ πλησίον σου. 7. οὐ μισήσεις πάντα ἄνθρώπον, ἀλλὰ οὓς μὲν ἐλέγξεις, περὶ δὲ ὧν προσεύξῃ, οὓς δὲ ἀγαπήσεις ὑπὲρ τὴν ψυχήν σου.
1. 教训的第二条诫命是:2. 不可杀人,不可奸淫,不可败坏少年,不可淫乱,不可偷盗,不可行邪术,不可用药术害人,不可使胎儿流产而杀害孩子,也不可杀害已经出生的孩子,不可贪恋邻舍的东西。3. 不可发假誓,不可作假见证,不可毁谤,不可怀恨。4. 不可心怀两意,也不可一口两舌;因为一口两舌是死亡的网罗。5. 你的话不可虚假,也不可空洞,乃要以行动充满。6. 不可贪婪,不可抢夺,不可假冒为善,不可恶毒,不可骄傲;不可对你的邻舍怀恶谋。7. 不可恨任何人;有些人你要责备,有些人你要为他们祷告,有些人你要爱过于自己的性命。
III
三
1. Τέκνον μου, φεῦγε ἀπὸ παντὸς πονηροῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτου. 2. μὴ γίνου ὀργίλος, ὁδηγεῖ γὰρ ἡ ὀργὴ πρὸς τὸν φόνον, μηδὲ ζηλωτὴς μηδὲ ἐπιστικὸς μηδὲ θυμικός· ἐκ γὰρ τούτων ἁπάντων φόνοι γεννῶνται. 3. τέκνον μου, μὴ γίνου ἐπιθυμητής, ὁδηγεῖ γὰρ ἡ ἐπιθυμία πρὸς τὴν πορνείαν, μηδὲ αἰσχχρολόγος μηδὲ υψηλόφθαλμος· ἐκ γὰρ τούτων ἁπαντων μοιχεῖαι γεννῶνται. 4. τέκνον μου, μὴ γίνου οἰωνοσκόπος, ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλολοατρίαν, μηδὲ ἐπαοιδὸς μηδὲ μαθηματικὸς μηδὲ περικαθαθαίρων, μηδὲ θέλε αὐτὰ βλέπειν· ἐκ γὰρ τούτων ἁπάντων εἰδωλολατρία γεννᾶται. 5. τέκνον μου, μὴ γίνου ψεύστης, ἐπειδὴ ὁδηγεῖ τὸ ψεῦσμα εἰς τὴν κλοπήν, μηδὲ φιλάργυρος μηδὲ κενόδοξος· ἐκ γὰρ τούτων ἁπάντων κλοπαὶ γεννῶνται. 6. τέκνον μου, μὴ γίνου γόγγυσος, ἐπειδὴ ὁδηγεῖ εἰς τὴν βλασφημίαν, μηδὲ αὐθάδης μηδὲ πονηρόφρων· ἐκ γὰρ τούτων ἁπάντων βλασφημίαι γεννῶνται. 7. ἴσθι δὲ πραΰς, ἐπεὶ οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν. 8. γίνου μακρόθυμος καὶ ἐλεήμων καὶ ἄκακος καὶ ἡσύχιος καὶ ἀγαθὸς καὶ τρέμων τοὺς λόγους διὰ παντός, οὓς ἤκουσας. 9. οὐχ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θράσος. οὐ κολληθήσεται ἡ ψυχή σου μετὰ ὑψηλῶν, ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ. 10. τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰδὼς ὅτι ἄτερ θεοῦ οὐδὲν γίνεται.
1. 我的孩子,要逃避一切恶,以及一切类似恶的事。2. 不要易怒,因为怒气引向杀人;也不要嫉妒,不要争竞,不要暴躁;因为杀人都是从这些事生出来的。3. 我的孩子,不要纵欲,因为欲望引向淫乱;也不要说污秽的话,不要眼目高傲;因为奸淫都是从这些事生出来的。4. 我的孩子,不要占卜,因为这引向偶像崇拜;也不要念咒、占星、行洁净邪术,也不要愿意观看这些事;因为偶像崇拜都是从这些事生出来的。5. 我的孩子,不要作说谎的人,因为谎言引向偷盗;也不要贪财,不要贪图虚荣;因为偷盗都是从这些事生出来的。6. 我的孩子,不要发怨言,因为这引向亵渎;也不要自任刚愎,不要心怀恶念;因为亵渎都是从这些事生出来的。7. 你要温柔,因为温柔的人必承受地土。8. 你要恒忍、怜悯、无恶意、安静、良善,并且常常因你所听见的话而战兢。9. 不可高举自己,也不可使自己的灵魂胆大妄为。你的灵魂不可依附高傲的人,却要与公义、谦卑的人来往。10. 临到你的事,你要当作善事接纳,知道离了上帝,什么也不会发生。
IV
四
1. Τέκνον μου, τοῦ λαλοῦντός σοι τὸν λόγον τοῦ θεοῦ μνησθήσῃ νυκτὸς καὶ ἡμέρας, τιμήσεις δὲ αὐτὸν ὡς κύριον· ὅθεν γὰρ ἡ κυριότης λαλεῖται, ἐκεῖ κύριός ἐστιν. 2. ἐκζητήσεις δὲ καθ’ ἡμέραν τὰ πρόσωπα τῶν ἁγίων, ἵνα ἐπαναπαῇς τοῖς λόγοις αὐτῶν. 3. οὐ ποθήσεις σχίσμα, εἰρηνεύσεις δὲ μαχομένους· κρινεῖς δικαίως, οὐ λήψῃ πρόσωπον ἐλέγξαι ἐπὶ παραπτώμασιν. 4. οὐ διψυχήσεις, πότερον ἔσται ἢ οὔ.
1. 我的孩子,那向你讲说上帝之道的人,你要昼夜记念,并且尊敬他如同尊敬主;因为凡主权被宣讲的地方,主就在那里。2. 你要天天寻求圣徒的面,好使你因他们的话得安息。3. 不可渴望分裂,倒要使争斗的人和好;你要按公义审判,责备过犯时不可看人的情面。4. 不可心怀二意,怀疑这事到底会不会成就。
5. Μὴ γίνου πρὸς μὲν τὸ λαβεῖν ἐκτείνων τὰς χεῖρας, πρὸς δὲ τὸ δοῦναι συσπῶν. 6. ἐὰν ἔχῃς διὰ τῶν χειρῶν σου, δώσεις λύτρωσιν ἁμαρτιῶν σου. 7. οὐ διστάσεις δοῦναι οὐδὲ διδοὺς γογγύσεις· γνώσῃ γάρ, τίς ἐστιν ὁ τοῦ μισθοῦ καλὸς ἀνταποδότης. 8. οὐκ ἀποστραφήσῃ τὸν ἐνδεόμενον, συγκοινωνήσεις δὲ πάντα τῷ ἀδελφῷ σοῦ καὶ οὐκ ἐρεῖς ἴδια εἶναι· εἰ γὰρ ἐν τῷ ἀθανάτῳ κοινωνοί ἐστε, πόσῳ μᾶλλον ἐν τοῖς θνητοῖς;
5. 不要在接受时伸开双手,在给予时却缩回双手。6. 你若借自己的手有所获得,就要为赎你的罪而施予。7. 施予时不可犹豫,也不可在施予后发怨言;因为你将知道谁是那善于赏赐工价的报偿者。8. 不可转身离开有需要的人,却要与你的弟兄凡事共享,不可说这是自己的;因为你们若在不朽的事上有份,何况在会朽坏的事上呢?
9. Οὐκ ἀρεῖς τὴν χεῖρα σου ἀπὸ τοῦ υἱοῦ σου ἢ ἀπὸ τῆς θυγατρός σου, ἀλλὰ ἀπὸ νεότητος διδάξεις τὸν φόβον τοῦ θεοῦ. 10. οὐκ ἐπιτάξεις δούλῳ σου ἢ παιδίσκῃ, τοῖς ἐπὶ τὸν αὐτὸν θεὸν ἐλπίζουσιν, ἐν πικρίᾳ σου, μήποτε οὐ μὴ φοβηθήσονται τὸν ἐπ’ ἀμφοτέροις θεόν· οὐ γὰρ ἔρχεται κατὰ πρόσωπον καλέσαι, ἀλλ’ ἐφ’ οὓς τὸ πνεῦμα ἡτοίμασεν. 11. ὑμεῖς δὲ οἱ δοῦλοι ὑποταγήσεσθε τοῖς κυρίοις ὑμῶν ὡς τύπτῳ θεοῦ ἐν αἰσχύνῃ καὶ φόβῳ.
9. 不可从你的儿子或女儿身上挪开管教的手,倒要从幼年起教导他们敬畏上帝。10. 你的仆人或婢女若同样仰望上帝,你不可在苦毒中吩咐他们,免得他们不再敬畏那在你们双方之上的上帝;因为他呼召人,不是按外貌,乃是呼召灵所预备的人。11. 你们作仆人的,要顺服你们的主人,如同顺服上帝的预表,带着敬重和敬畏。
12. Μισήσεις πᾶσαν ὑπόκρισιν καὶ πᾶν ὃ μὴ ἀρεστὸν τῷ κυρίῳ. 13. οὐ μὴ ἐγκαταλίπῃς ἐντολὰς κυρίου, φυλάξεις δὲ ἃ παρέλαβες, μήτε προστιθεὶς μήτε ἀφαιρῶν. 14. ἐν ἐκκλησίᾳ ἐξομολογήσῃ τὰ παραπτώματά σου, καὶ οὐ προσελεύσῃ ἐπὶ προσευχήν σου ἐν συνειδήσει πονηρᾷ· αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ζωῆς.
12. 你要恨恶一切假冒为善,以及一切不蒙主喜悦的事。13. 绝不可离弃主的诫命;你要持守所领受的,既不增加,也不删减。14. 在教会中你要承认自己的过犯,不可带着邪恶的良心来到祷告前。这就是生命的道路。
V
五
1. Ἡ δὲ τοῦ θανάτου ὁδός ἐστιν αὕτη· πρῶτον πάντων πονηρά ἐστι καὶ κατάρας μεστή· φόνοι, μοιχεῖαι, ἐπιθυμίαι, προνεῖαι, κλοπαί, εἰδωλολατρίαι, μαγεῖαι, φαρμακίαι, ἁρπαγαί, ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδία, δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης, ὕψος, ἀλαζονεία. 2. διῶκται ἀγαθῶν, μισοῦντες ἀλήθειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης, οὐ κολλώμενοι ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ ἀγρυπνοῦντες οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ’ εἰς τὸ πονηρόν· ὧν μακρὰν πραΰτης καὶ ὑπομονή, μάταια ἀγαπῶντες, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος θεοῦ, ἀποστρεφόμενοι τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον, πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι· ῥυσθείητε, τέκνα, ἀπὸ τούτων ἁπάντων.
1. 死亡的道路是这样:首先,它在一切事上都是恶的,并且充满咒诅:杀人、奸淫、私欲、淫乱、偷盗、偶像崇拜、邪术、药术、抢夺、假见证、假冒为善、心怀二意、诡诈、骄傲、恶毒、刚愎、贪婪、污秽言语、嫉妒、胆大妄为、自高、夸口。2. 他们逼迫良善,恨恶真理,喜爱谎言,不认识公义的赏赐,不亲近善,也不亲近公义的审判;他们警醒,不是为善,乃是为恶;温柔和忍耐远离他们;他们喜爱虚空,追求报偿,不怜悯穷人,不为受压迫的人劳心,不认识造他们的主;他们杀害孩子,败坏上帝所塑造的,转身离开有需要的人,压迫受患难的人,为富人辩护,作穷人无法无天的审判者,完全陷在罪中。孩子们,愿你们从这一切事中蒙拯救。
VI
六
1. Ὅρα, μὴ τίς σε πλανήσῃ ἀπὸ ταύτης τῆς ὁδοῦ τῆς διδαχῆς, ἐπεὶ παρεκτὸς θεοῦ σε διδάσκει. 2. εἰ μὲν γὰρ δύνασαι βαστάσαι ὅλον τὸν ζυγὸν τοῦ κυρίου, τέλειος ἔσῃ· εἰ δ’ οὐ δύνασαι, ὃ δύνῃ, τοῦτο ποίει. 3. περὶ δὲ τῆς βρώσεως, ὃ δύνασαι βάστασον· ἀπὸ δὲ τοῦ εἰδωλοθύτου λίαν πρόσεχε· λατρεία γάρ ἐστι θεῶν νεκρῶν.
1. 你要谨慎,免得有人使你偏离这教训的道路,因为他是在上帝以外教导你。2. 你若能负起主的整个轭,就必完全;若不能,就照你所能的去行。3. 至于食物,你能承受多少就承受多少;但要极其谨慎远离祭偶像之物,因为那是对死神明的事奉。
VII
七
1. Περὶ δὲ τοῦ βαπτίσματος, οὕτω βαπτίσατε· ταῦτα πάντα προειπόντες, βαπτίσατε εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ἐν ὕδατι ζῶντι. 2. ἐὰν δὲ μὴ ἔχῃς ὕδωρ ζῶν, εἰς ἄλλο ὕδωρ βάπτισον· εἰ δ’ οὐ δύνασαι ἐν ψυχρῷ, ἐν θερμῷ. 3. ἐὰν δὲ ἀμφότερα μὴ ἔχῃς, ἔκχεον εἰς τὴν κεφαλὴν τρὶς ὕδωρ εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. 4. πρὸ δὲ τοῦ βαπτίσματος προνηστευσάτω ὁ βαπτίζων καὶ ὁ βαπτιζόμενος καὶ εἴ τινες ἄλλοι δύναται· κελεύεις δὲ νηστεῦσαι τὸν βαπτιζόμενον πρὸ μιᾶς ἢ δύο.
1. 至于洗礼,你们要这样施洗:先说明这一切,然后奉父、子、圣灵的名,在活水中施洗。2. 若没有活水,就在别的水中施洗;若不能用冷水,就用温水。3. 若两样都没有,就奉父、子、圣灵的名,把水倒在头上三次。4. 施洗以前,施洗者和受洗者都要先禁食;若还有其他人能禁食,也当如此。你要吩咐受洗者在一两日前禁食。
VIII
八
1. Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑποκριτῶν. νηστεύουσι γὰρ δευτέρα σαββάτων καὶ πέμπτῃ· ὑμεῖς δὲ νηστεύσατε τετράδα καὶ παρασκευήν. 2. μηδὲ προσεύχεσθε ὡς οἱ ὑποκριταί, ἀλλ’ ὡς ἐκέλευσεν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ αὐτοῦ, οὕτω προσεύχεσθε· Πάτερ ἡμῶν ὁ ἐν τῷ οὐρανῷ, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὴν ὀφειλη ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς οφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ· ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. 3. τρὶς τῆς ἡμέρας οὕτω προσεύχεσθε.
1. 你们的禁食不可与假冒为善的人一同;因为他们在一周的第二日和第五日禁食,你们却要在第四日和预备日禁食。2. 也不可像假冒为善的人那样祷告,倒要照主在他的福音中所吩咐的这样祷告:我们在天上的父,愿你的名被尊为圣,愿你的国度降临,愿你的旨意成就,如同在天上,也在地上;我们日用的饮食,今日赐给我们;赦免我们的债,如同我们也赦免欠我们债的人;不叫我们进入试探,乃救我们脱离那恶者;因为能力和荣耀是你的,直到永远。3. 你们要每日这样祷告三次。
IX
九
1. Περὶ δὲ τῆς εὐχαριστίας, οὕτως εὐχαριστήσατε· 2. πρῶτον περὶ τοῦ ποτηρίονυ Εὐχαριστοῦμεν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ἁγίας ἀμπέλου Δαυεὶδ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. 3. περὶ δὲ τοῦ κλάσματος· Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως, ἧς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου. σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. 4. ὥσπερ ἦν τοῦτο τὸ κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας. 5. μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ’ οἱ βαπτισθέντες εἰς ὄνομα κυρίου· καὶ γὰρ περὶ τούτου εἴρηκεν ὁ κύριος· Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσί.
1. 至于圣餐的感谢,你们要这样感谢:2. 首先,为杯感谢:我们的父,我们为你仆人大卫的圣葡萄树感谢你;你借着你的仆人耶稣使我们认识这事。愿荣耀归于你,直到永远。3. 至于所擘开的饼:我们的父,我们为生命和知识感谢你;你借着你的仆人耶稣使我们认识这生命和知识。愿荣耀归于你,直到永远。4. 这擘开的饼曾散在众山之上,聚集起来成了一个;照样,愿你的教会也从地极聚集到你的国度里。因为荣耀和能力借着耶稣基督属于你,直到永远。5. 不可让任何人吃喝你们的圣餐,惟有奉主名受洗的人才可;因为关于这事,主也曾说:不要把圣物给狗。
X
十
1. Μετὰ δὲ τὸ ἐμπλησθῆναι οὗτως εὐχαριστήσατε· 2. Εὐχαριστοῦμέν σοι, πάτερ ἅγιε, ὑπὲρ τοῦ ἁγίου ὀνόματός σου, οὗ κατεσκήνωσας ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ὑπὲρ τῆς γνώσεως καὶ πίστεως καὶ ἀθανασίας, ἥς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. 3. σύ, δέσποτα παντοκράτορ, ἔκτισας τὰ πάντα ἕνεκεν τοῦ ὀνόματός σου, τροφήν τε καὶ ποτὸν ἔδωκας τοῖς ἀνθρώποις εἰς ἀπόλαυσιν, ἵνα σοι εὐχαριστήσωσιν, ἡμῖν δὲ ἐχαρίσω πνευματικὴν τροφὴν καὶ ποτὸν καὶ ζωὴν αἰώνιον διὰ τοῦ παιδός σου. 4. πρὸ πάντων εὐχαριστοῦμέν σοι, ὅτι δυνατὸς εἶ· σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. 5. μνήσθητι, κύριε, τῆς ἐκκλησίας σου, τοῦ ῥύσασθαι αὐτὴν ἐν τῇ ἀγάπῃ σου, καὶ σύναξον αὐτὴν ἀπὸ τῶν τεσσάρων ἀνέμων, τὴν ἁγιασθεῖσαν, εἰς τὴν σὴν βασιλείαν, ἣν ἡτοίμασας αὐτῇ· ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. 6. ἐλθέτω χάρις καὶ παρελθέτω ὁ κόσμος οὗτος. Ὡσαννὰ τῷ θεῷ Δαυείδ. εἴ τις ἅγιός ἐστιν, ἐρχέσθω· εἴ τις οὐκ ἔστι, μετανοείτω· μαρὰν ἀθά· ἀμήν. 7. τοῖς δὲ προφήταις ἐπιτρέπετε εὐχαριστεῖν ὅσα θέλουσιν.
1. 饱足以后,你们要这样感谢:2. 圣父,我们为你的圣名感谢你;这名你曾使它住在我们心里;又为知识、信心和不朽感谢你;你借着你的仆人耶稣使我们认识这些。愿荣耀归于你,直到永远。3. 全能的主宰啊,你为你的名创造了万有,又赐给人食物和饮品,使他们享用,好叫他们感谢你;你却借着你的仆人,把属灵的食物、饮品和永生恩赐给我们。4. 最要紧的是,我们感谢你,因为你是有能力的;愿荣耀归于你,直到永远。5. 主啊,求你记念你的教会,在你的爱中拯救她;又把这已经成圣的教会从四方之风聚集到你为她所预备的国度里;因为能力和荣耀属于你,直到永远。6. 愿恩典来临,愿这世界过去。和散那归于大卫的上帝。若有人是圣洁的,让他来;若有人不是,就当悔改。马兰阿他。阿们。7. 至于先知,要准许他们照自己的意思献上感谢。
XI
十一
1. Ὃς ἂν οὖν ἐλθὼν διδάξῃ ὑμᾶς ταῦτα πάντα τὰ προειρημένα, δέξασθε αὐτόν· 2. ἐὰν δὲ αὐτὸς ὁ διδάσκων στραφεὶς διδάσκῃ ἄλλην διδαχὴν εἰς τὸ καταλῦσαι, μὴ αὐτοῦ ἀκούσητε· εἰς δὲ τὸ προσθεῖναι δικαοσύνην καὶ γνῶσιν κυρίου, δέξασθε αὐτὸν ὡς κύριον.
1. 所以,凡来到你们那里,教导你们以上所说这一切的人,你们要接待他。2. 但若这教导者自己转而教导别的教训,以致拆毁这些事,你们不要听他;若是为增加公义和主的知识,就要接待他如同接待主。
3. Περὶ δὲ τὼν ἀποστόλων καὶ προφητῶν, κατὰ τὰ δόγμα τοῦ εὐαγγελίου οὕτω ποιήσατε. 4. πᾶς δὲ ἀπόστολος ἐρχόμενος πρὸς ὑμᾶς δεχθήτω ὡς κύριος· 5. οὐ μενεῖ δὲ εἰ μὴ ἡμέραν μίαν· ἐὰν δὲ ᾖ χρεία, καὶ τὴν ἄλλην· τρεῖς δὲ ἐὰν μείνῃ, ψευδοπροφήτης ἐστίν. 6. ἐξἐρχόμενος δὲ ὁ ἀπόστολος μηδὲν λαμβανέτω εἰ μὴ ἄρτον, ἕως οὗ αὐλισθῇ· ἐὰν δὲ ἀργυριον αἰτῇ, ψευδοπροφήτης ἐστί.
3. 至于使徒和先知,你们要照福音的规矩这样行。4. 凡来到你们这里的使徒,都要被接待如同主。5. 但他只可停留一天;若有需要,也可再留一天;若停留三天,他就是假先知。6. 使徒离开时,除了到住宿处所需的饼以外,不可收取任何东西;若他索要银钱,就是假先知。
7. Καὶ πάντα προφήτην λαλοῦντα ἐν πνεύματι οὐ πειράσετε οὐδὲ διακρινεῖτε· πᾶσα γὰρ ἁμαρτία ἀφεθήσεται, αὕτη δὲ ἡ ἁμαρτία οὐκ ἀφεθήσεται. 8. οὐ πᾶς δὲ ὁ λαλῶν ἐν πνεύματι προφήτης ἐστίν, ἀλλ’ ἐὰν ἔχῃ τοὺς τρόπους κυρίου. ἀπὸ οὖν τῶν τρόπων γνωσθήσεται ὁ ψευδοπροφήτης καὶ ὁ προφήτης. 9. καὶ πᾶς προφήτης ὁριζων τράπεζαν ἐν πνεύματι οὐ φάγεται ἀπ’ αὐτῆς, εἰ δὲ μήγε ψευδοπροφήτης ἐστί. 10. πᾶς δὲ προφήτης διδάσκων τὴν ἀλήθειαν, εἰ ἃ διδάσκει οὐ ποιεῖ, ψευδοπρφήτης ἐστί. 11. πᾶς δὲ προφήτης δεδοκιμασμένος, ἀληθινός, ποιῶν εἰς μυστήριον κοσμικὸν ἐκκλησίας, μὴ διδάσκων δὲ ποιεῖν, ὅσα αὐτὸς ποιεῖ, οὐ κριθήσεται ἐφ’ ὑμῶν· μετὰ θεοῦ γὰρ ἔχει τὴν κρίσιν· ὡσαύτως γὰρ ἐποίησαν καὶ οἱ ἀρχαῖοι προφῆται. 12. ὃς δ’ ἂν εἴπῃ ἐν πνεύματι· δός μοι ἀργύρια ἢ ἕτερά τινα, οὐκ ἀκούσεσθε αὐτοῦ· ἐὰν δὲ περὶ ἄλλων ὑστερούντων εἴπῃ δοῦναι, μηδεὶς αὐτὸν κρινέτω.
7. 凡在灵里说话的先知,你们不可试验,也不可评判;因为一切罪都可得赦免,惟有这罪不得赦免。8. 然而,并非凡在灵里说话的人都是先知,除非他有主的品行。所以,假先知和真先知要从他们的品行被认出来。9. 凡在灵里指定筵席的先知,不可自己吃这筵席;否则他就是假先知。10. 凡教导真理的先知,若不实行他所教导的,就是假先知。11. 凡经试验为真实的先知,若为教会作一种属世奥秘的行动,却不教导别人也照他所行的去行,你们不可审判他;因为他的审判在上帝那里。古时的先知也是这样行的。12. 若有人在灵里说:给我银钱,或给我别的东西,你们不可听他;但若他为其他缺乏的人说要给予,就不可有人审判他。
XII
十二
1. Πᾶς δὲ ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου δεχθήτω· ἔπειτα δὲ δοκιμάσαντες αὐτὸν γνώσεσθε, σύνεσιν γὰρ ἕξετε δεξιὰν καὶ ἀριστεράν. 2. εἰ μὲν παρόδιός ἐστιν ὁ ἐρχόμενος, βοηθεῖτε αὐτῷ, ὅσον δύνασθε· οὐ μενεῖ δὲ πρὸς ὑμᾶς εἰ μὴ δύο ἢ τρεῖς ἡμέρας, ἐὰν ᾖ ἀνάγκη. 3. εἰ δὲ θέλει πρὸς ὑμᾶς καθῆσθαι, τεχνίτης ὤν, ἐργαζέσθω καὶ φαγέτω. 4. εἰ δὲ οὐκ ἔχει τέχνην, κατὰ τὴν σύνεσιν ὑμῶν προνοήσατε, πῶς μὴ ἀργὸς μεθ’ ὑμῶν ζήσεται Χριστιανός. 5. εἰ δ’ οὐ θέλει οὑτω ποιεῖν, χριστέμπορός ἐστι· προσέχετε ἀπὸ τῶν τοιούτων.
1. 凡奉主名而来的人,都要被接待;然后你们要试验他,就会认识他,因为你们将有分辨左右的理解力。2. 若来的人只是过路客,你们要尽力帮助他;若有必要,他在你们那里停留不可超过两三天。3. 若他愿意住在你们中间,并且有手艺,就让他作工吃饭。4. 若他没有手艺,你们要按自己的理解力安排,使一个基督徒不致闲懒地同你们生活。5. 若他不愿这样行,他就是贩卖基督的人;你们要谨慎远离这样的人。
XIII
十三
1. Πᾶς δὲ προφήτης ἀληθινὸς θέλων καθῆσθαι πρὸς ὑμᾶς ἄξιός ἐστι τῆς τροφῆς αὐτοῦ. 2. ὡσαύτως διδάσκαλος ἀληθινός ἐστιν ἄξιος καὶ αὐτὸς ὥσπερ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. 3. πᾶσαν οὖν ἀπαρχὴν γεννημάτων ληνοῦ καὶ ἅλωνος, βοῶν τε καὶ προβάτων λαβὼν δώσεις τὴν ἀπαρχὴν τοῖς προφήταις· αὐτοὶ γάρ εἰσιν οἱ ἀρχιερεῖς ὑμῶν. 4. ἐὰν δὲ μὴ ἔχητε προφήτην, δότε τοῖς πτωχοῖς. 5. ἐὰν σιτίαν ποιῇς, τὴν ἀπαρχὴν λαβὼν δὸς κατὰ τὴν ἐντολήν. 6. ὡσαύτως κεράμιον οἴνου ἢ ἐλαίου ἀνοίξας, τὴν ἀπαρχὴν λαβὼν δὸς τοῖς προφήταις· 7. ἀργυρίου δὲ καὶ ἱματισμοῦ καὶ παντὸς κτήματος λαβὼν τὴν ἀπαρχήν, ὡς ἂν σοι δόξῃ, δὸς κατὰ τὴν ἐντολήν.
1. 凡真实的先知愿意住在你们中间,就配得他的食物。2. 同样,真实的教师也像工人一样配得他的食物。3. 所以,凡酒榨和禾场的出产,牛羊的出产,你取了初熟之物,就要把初熟之物给先知;因为他们是你们的大祭司。4. 若你们没有先知,就给穷人。5. 你若做饼,就取初熟之物,照诫命给予。6. 同样,你开一坛酒或油,也要取初熟之物给先知。7. 至于银钱、衣服和一切财物,你要照自己所认为合宜的取初熟之物,按诫命给予。
XIV
十四
1. Κατὰ κυριακὴν δὲ κυρίου συναχθέντες κλάσατε ἄρτον καὶ εὐχαριστήσατε, προεξομολογησάμενοι τὰ παραπτώματα ὑμῶν, ὅπως καθαρὰ ἡ θυσία ὑμῶν ᾐ. 2. πᾶς δὲ ἔχων τὴν ἀμφιβολίαν μετὰ τοῦ ἑταίρου αὐτοῦ μὴ συνελθέτω ὑμῖν, ἕως οὗ διαλλαγῶσιν, ἵνα μὴ κοινωθῇ ἡ θυσία ὑμῶν. 3. αὕτη γάρ ἐστιν ἡ ῥηθεῖσα ὑπὸ κυρίου· Ἐν παντὶ τόπῳ καὶ χρόνῳ προσφέρειν μοι θυσίαν καθαράν. ὅτι βασιλεὺς μέγας εἰμί, λέγει κύριος, καὶ τὸ ὄνομά μου θαυμαστὸν ἐν τοῖς ἔθνεσι.
1. 在主的主日,你们聚集在一起,擘饼并献上感谢;先承认你们的过犯,好使你们的祭是洁净的。2. 凡与同伴有争执的人,不可同你们聚会,直到他们和好,免得你们的祭被玷污。3. 因为这就是主所说的话:在各处、各时,要向我献上洁净的祭。因为我是大君王,主说,我的名在外邦人中为奇妙。
XV
十五
1. Χειροτονήσατε οὖν ἑαυτοῖς ἐπισκόπους καὶ διακόνους ἀξίους τοῦ κυρίου, ἄνδρας πραεῖς καὶ ἀφιλαργύρους καὶ ἀληθεῖς καὶ δεδοκιμασμένους· ὑμῖν γὰρ λειτουργοῦσι καὶ αὐτοὶ τὴν λειτουργίαν τῶν προφητῶν καὶ διδασκάλων. 2. μὴ οὖν ὐπερίδητε αὐτούς· αὐτοὶ γὰρ εἰσιν οἱ τετιμημένοι ὑμῶν μετὰ τῶν προφητῶν καὶ διδασκάλων.
1. 所以,你们要为自己按立配得主的主教和执事,就是温柔、不贪财、真实、经过试验的人;因为他们也为你们执行先知和教师的职事。2. 因此不要轻看他们;因为他们与你们的先知和教师一同,是你们中间受尊重的人。
3. Ἐλέγχετε δὲ ἀλλήλους μὴ ἐν ὀργῇ, ἀλλ’ ἐν εἰρήνῃ ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ· καὶ παντὶ ἀστοχοῦντι κατὰ τοῦ ἑτέρου μηδεὶς λαλείτω μηδὲ παρ’ ὑμῶν ἀκουέτω, ἕως οὗ μετανοήσῃ. 4. τὰς δὲ εὐχὰς ὑμῶν καὶ τὰς ἐλεημοσύνας καὶ πάσας τὰς πράξεις οὕτω ποιήσατε, ὡς ἔχετε ἐν τῷ εὐαγγελίῳ τοῦ κυρίου ἡμῶν.
3. 你们要彼此责备,不是在怒气中,乃是在和平中,照你们在福音中所有的那样;凡得罪别人而偏离的人,在他悔改以前,不可有人同他说话,也不可让他从你们那里听见什么。4. 你们的祷告、施舍和一切行为,都要照你们在我们主的福音中所有的这样去行。
XVI
十六
1. Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν· οἱ λύχνοι ὑμῶν μὴ σβεσθήτωσαν, καὶ αἱ ὀσφύες ὑμῶν μὴ ἐκλυέσθωσαν, ἀλλὰ γίνεσθε ἕτοιμοι· οὐ γὰρ οἴδατε τὴν ὥραν, ἐν ᾗ ὁ κύριος ἡμῶν ἔρχεται. 2. πυκνῶς δὲ συναχθήσεσθε ζητοῦντες τὰ ἀνήκοντα ταῖς ψυχαῖς ὑμῶν· οὐ γὰρ ὠφελήσει ὑμᾶς ὁ πᾶς χρόνος τῆς πίστεως ὑμῶν, ἐὰν μὴ ἐν τῷ ἐσχάτῳ καιρῷ τελειωθῆτε. 3. ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους, και ἡ ἀγάπη στραφήσεται εἰς μῖσος. 4. αὐξανούσης γὰρ τῆς ἀνομίας μισήσουσιν ἀλλήλους καὶ διώξουσι καὶ παραδώσουσι, καὶ τότε φανήσεται ὁ κοσμοπλανὴς ὡς υἱὸσ θεοῦ, καὶ ποιήσει σημεῖα καὶ τέρατα, καὶ ἡ γῆ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ, καὶ ποιήσει ἀθέμιτα, ἃ οὐδέποτε γέγονεν ἐξ αἰῶνος. 5. τότε ἥξει ἡ κτίσις τῶν ἀνθρώπων εἰς τὴν πύρωσιν τῆς δοκιμασίας, καὶ σκανδαλισθήσονται πολλοὶ καὶ ἀπολοῦνται, οἱ δὲ ὑπομείναντες ἐν τῇ πίστει αὐτῶν σωθήσονται ὑπ’ αὐτου τοῦ καταθέματος. 6. καὶ τότε φανήσεται τὰ σημεῖα τῆς ἀληθείας· πρῶτον σημεῖον ἐκπετάσεως ἐν οὐρανῷ, εἶτα σημεῖον φωνῆς σάπιγγος, καὶ τὸ τρίτον ἀνάστασις νεκρῶν. 7. οὐ πάντων δέ, ἀλλ’ ὡς ἐρρέθη· Ἥξει ὁ κύριος καὶ πάντες οἱ ἅγιοι μετ’ αὐτοῦ. 8. τότε ὄψεται ὁ κόσμος τὸν κύριον ἐρχόμενον ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ.
1. 你们要为自己的生命警醒;你们的灯不可熄灭,你们的腰不可松散,倒要预备好;因为你们不知道我们的主来到的时辰。2. 你们要常常聚集,寻求关乎你们灵魂的事;因为你们信心的全部时间,若不是在末后的时候得以完全,就不能使你们得益。3. 因为在末后的日子,假先知和败坏人的必增多,羊要变成狼,爱要变成恨。4. 因为不法增长时,他们要彼此相恨、彼此逼迫、彼此出卖;那时迷惑世界者要显现,仿佛是上帝的子,并要行神迹奇事;地要被交在他手中,他要行从古以来从未发生过的不法之事。5. 那时,人类受造之物要进入试验的火炼,许多人要跌倒而灭亡;但那些在自己的信心中忍耐到底的人,必从这咒诅本身得救。6. 那时,真理的记号要显现:首先是在天上张开的记号,其次是号筒声音的记号,第三是死人复活。7. 但不是所有人复活,乃是如经上所说:主必来到,众圣徒与他同来。8. 那时,世界要看见主驾着天上的云降临。